Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.439 Joseph. BJ 3.446 (English) >>Joseph. BJ 3.453

3.444ἔνθα μέχρι μὲν ἡμερῶν εἴκοσι τὴν στρατιὰν διαναπαύων καὶ αὐτὸς ἐν εὐωχίαις ἦν, ἀποδιδοὺς τῷ θεῷ χαριστήρια τῶν κατωρθωμένων. 3.445ὡς δʼ αὐτῷ Τιβεριὰς μὲν νεωτερίζειν, ἀφεστάναι δὲ ἠγγέλλοντο Ταριχέαι, μοῖρα δὲ τῆς Ἀγρίππα βασιλείας ἦσαν ἀμφότεραι, πανταχόθεν τοὺς Ἰουδαίους καταστρέφεσθαι διεγνωκὼς τὴν ἐπὶ τούτους στρατείαν εὔκαιρον ἡγεῖτο καὶ διʼ Ἀγρίππαν, ὡς εἰς ξενίας ἀμοιβὴν σωφρονίσων αὐτῷ τὰς πόλεις. 3.446πέμπει δὴ τὸν υἱὸν Τίτον εἰς Καισάρειαν μετάξοντα τὴν ἐκεῖθεν στρατιὰν εἰς Σκυθόπολιν·

-- --

δʼ ἐστὶν μεγίστη τῆς δεκαπόλεως καὶ γείτων τῆς Τιβεριάδος. 3.447ἔνθα καὶ αὐτὸς παραγενόμενος ἐκδέχεται τὸν υἱὸν καὶ μετὰ τριῶν ταγμάτων προελθὼν στρατοπεδεύεται μὲν ἀπὸ τριάκοντα τῆς Τιβεριάδος σταδίων κατά τινα σταθμὸν εὐσύνοπτον τοῖς νεωτερίζουσιν· 3.448Ἔνναβρις ὀνομάζεται. πέμπει δὲ δεκαδάρχην Οὐαλεριανὸν σὺν ἱππεῦσιν πεντήκοντα διαλεχθησόμενον εἰρηνικὰ τοῖς κατὰ τὴν πόλιν καὶ προτρεψόμενον ἐπὶ πίστεις· ἀκηκόει γάρ, ὡς ἐπιθυμοίη μὲν εἰρήνης δῆμος, καταστασιάζοιτο δʼ ὑπό τινων πολεμεῖν βιαζομένων. 3.449προσελάσας δὲ Οὐαλεριανὸς ἐπεὶ πλησίον ἦν τοῦ τείχους, αὐτός τε καταβαίνει καὶ τοὺς σὺν αὐτῷ τῶν ἱππέων ἀπέβησεν, ὡς μὴ δοκοῖεν ἀκροβολιζόμενοι παρεῖναι. καὶ πρὶν εἰς λόγους ἐλθεῖν 3.450ἐπεκθέουσιν αὐτῷ τῶν στασιαστῶν οἱ δυνατώτατοι μεθʼ ὅπλων. ἐξηγεῖτο δʼ αὐτῶν Ἰησοῦς τις ὄνομα παῖς Τοῦφα τοῦ λῃστρικοῦ στίφους κορυφαιότατος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.439 Joseph. BJ 3.446 (English) >>Joseph. BJ 3.453

Powered by PhiloLogic